“ ἄνθρωπός εἰμι, τοῦτο δ᾿ αὐτὸ τῷ βίῳ πρόφασιν μεγίστην εἰς τὸ λυπεῖσθαι φέρει. Diphilus ★ 4,6 ♥ 228 ⧉ ♡
“ πένητος ἀνδρὸς οὐδὲν εὐτυχέστερον· τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν οὐ προσδοκᾷ. Diphilus ★ 4,9 ♥ 130 ⧉ ♡
“ ἀρ᾿ ἐστὶν ἀνοητότατον αἰσχροκερδία· πρὸς τῷ λαβεῖν γὰρ ὢν ὁ νοῦς τἆλλ᾿ οὐχ ὁρᾷ. Diphilus ★ 4,6 ♥ 118 ⧉ ♡
“ ὅστις γὰρ αὐτὸς αὑτὸν οὐκ αἰσχύνεται συνειδόθ᾿ αὑτῷ φαῦλα διαπεπραγμένῳ, πῶς τόν γε μηδὲν εἰδότ᾿ αἰσχυνθήσεται; Diphilus ★ 4,5 ♥ 134 ⧉ ♡
“ οὐκ ἔστι βίος ὃς οὐχὶ κέκτηται κακά, λύπας, μερίμνας, ἁρπαγάς, στρεβλάς, νόσους· τούτων ὁ θάνατος καθάπερ ἰατρὸς φανεὶς ἀνέπαυσε τοὺς ἔχοντας ἀναπαύσας ὕπνῳ. Diphilus ★ 4,9 ♥ 249 ⧉ ♡
“ ὦ μακάρι᾿, ἀτυχεῖν θνητὸς ὢν ἐπίστασο, ἵν᾿ αὐτὰ τἀναγκαῖα δυστυχῇς μόνον, πλείω δὲ διὰ τὴν ἀμαθίαν μὴ προσλάβῃς. Diphilus ★ 4,9 ♥ 259 ⧉ ♡